Πατριάρχης Βαρθολομαίος: Η ευχή που συνέταξε για την πανδημία

Πατριάρχης Βαρθολομαίος: Η ευχή που συνέταξε για την πανδημία

Ιεράρχες, ιερείς, μοναχοί προσεύχονται το τελευταίο διάστημα, βάζοντας το δικό τους λιθαράκι στις προσπάθειες για την αντιμετώπιση της πανδημίας και της στήριξης των πιστών από άκρη σε άκρη της γης. Στην προσπάθεια αυτή συμβάλλει και ο Οικουμενικός Πατριάρχης Βαρθολομαίος, ο οποίος πρόσφατα συνέταξε μία ευχή για την πάταξη της πανδημίας, την οποία μπορούν να διαβάζουν οι πιστοί. Η ευχή δόθηκε στη δημοσιότητα από το Οικουμενικό Πατριαρχείο.

 

Διαβάστε την ευχή: 

Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός ἡμῶν, ὁ προαιώνιος Λόγος τοῦ Πατρός, ὁ δι᾽ ἄκραν φιλανθρωπίαν τήν ἡμετέραν μορφήν ἀναλαβών, συγκαταβάς ἡμῖν συγκατάβασιν ἄφραστόν τε καί ἀκατάληπτον, ἀνοίξας τῷ Ἀδαμιαίῳ γένει Παραδείσου τάς πύλας καί ἀθανατώσας ἡμᾶς τῷ Σταυρῷ καί τῇ Ἀναστάσει Σου, καί καταπέμψας τό Πανάγιον Πνεῦμα τοῖς Ἁγίοις Σου Μαθηταῖς καί Ἀποστόλοις, τό φωταγωγοῦν τόν κόσμον ἅπαντα καί ὁδηγοῦν εἰς πᾶσαν τήν Ἀλήθειαν, ἐπάκουσον ἡμῶν προσπιπτόντων Σοι ἐν ταπεινώσει. Πρόσδεξαι, παντεπήκοε, παντευλόγητε καί παντευεργέτα Κύριε, τάς ἱκετηρίους ἡμῶν ἐντεύξεις. Ὁ τῶν καλῶν αἴτιος, ὁ δοτήρ παντός ἀγαθοῦ καί χορηγός πάσης εὐεργεσίας, ἔκτεινον ἡμῖν χεῖρα βοηθείας, ὁ ἀεί διδούς ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα. Ρῦσαι ἡμᾶς, Κύριε, ἐκ τῆς σοβούσης πανδημίας καί ἐκ τῶν ταύτῃ συμπαρομαρτουσῶν δεινῶν περιστάσεων.

Ἀπόστειλον τήν πανακῆ χάριν Σου ἐπί τούς ἀσθενοῦντας καί χάρισαι αὐτοῖς ρῶσιν καί ταχινήν καί πλήρη τήν ἴασιν. Κραταίωσον τούς ἰατρούς καί πάντας τούς περιθάλποντας τούς νοσοῦντας. Φύλαξον ὑπό τήν σκέπην Σου πάντας ἡμᾶς, δώρησαι, ὁ ἰατρός τῶν ψυχῶν καί τῶν σωμάτων, τοῖς δούλοις Σου ὑγιείαν κατ᾽ ἄμφω, λογισμόν σώφρονα, καρδίαν καθαράν, πᾶσαν ἄνωθεν εὐλογίαν καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν ἡμῖν. Δίδαξον ἡμῖν τά δικαιώματά Σου καί δός ἡμῖν, Δέσποτα, πίστιν δι᾽ ἀγάπης ἐνεργουμένην καί ἀδίστακτον ἐλπίδα, ὅπως δοξάζηται τό ὑπεράγιον καί ὑπερουράνιον ὄνομά Σου καί διακονῆται ὁ ἀδελφός, ὁ «ἠγαπημένος τοῦ Θεοῦ». Κλῖνον, Κύριε, το οὖς Σου, ὁ ἀναστάς ἐκ τῶν νεκρῶν καί συναναστήσας ἡμᾶς, καί στερέωσον ἡμᾶς ἐν τῇ τηρήσει τῶν ἐντολῶν Σου, μεσιτείᾳ τῆς ἁγιοπρώτου Θεοτόκου, τῆς Ζωοδόχου Πηγῆς, τῆς ἀενάως παρεχούσης «ἰάσεων πλήμμυραν ἀνεξάντλητον», πρεσβείαις δέ πάντων τῶν Ἁγίων τῶν ἀπ᾽ αἰῶνος, Σοί, τῷ «πάντων Ἁγίων Ἁγιωτάτῳ Λόγῳ», εὐαρεστησάντων. Ἀμήν.

 

Πηγή: orthodoxianewsagency.gr

Αφήστε μια απάντηση